Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὡς
οὖν καταπλεύσαντες εἰς τὸ Ῥήγιον οἱ Κορίνθιοι τοῖς τε πρεσβεύμασι τούτοις ἐνέτυχον καὶ τοὺς Φοίνικας οὐ πρόσω ναυλοχοῦντας κατεῖδον, ἤχθοντο μὲν ὑβρισμένοι, καὶ παρίστατο πᾶσιν ὀργὴ πρὸς τὸν Ἱκέτην καὶ δέος ὑπὲρ Σικελιωτῶν, οὓς σαφῶς ἑώρων ἆθλα λειπομένους καὶ μισθόν Ἱκέτῃ μὲν προδοσίας,
Καρχηδονίοις δὲ τυραννίδος, ἐδόκει δ᾽ ἀμήχανον ὑπερβαλέσθαι καὶ τὰς αὐτόθι τῶν βαρβάρων ναῦς διπλασίας ἐφορμούσας καὶ τὴν ἐκεῖ μεθ᾽ Ἱκέτου δύναμιν, ᾗ στρατηγήσοντες ἥκοιεν.
[p. 282]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.