Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ
Μάρκιος ἑτέρων μᾶλλον ἐμπαθὴς γεγονὼς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας, εὐθὺς ἐκ παιδὸς τὰ ὅπλα διὰ χειρὸς εἶχε, καὶ τῶν ἐπικτήτων οὐδὲν ἔργον οἰόμενος εἶναι τοῖς μὴ τὸ σύμφυτον ὅπλον καὶ συγγενὲς ἐξηρτυμένον ἔχουσι καὶ παρεσκευασμένον, οὕτως ἤσκησε τὸ σῶμα πρὸς ἅπασαν ἰδέαν μάχης ὥστε καὶ θεῖν ἐλαφρὸν εἶναι καὶ βάρος ἔχειν ἐν λαβαῖς καὶ ἐν διαπάλαις πολέμου δυσεκβίαστον. οἱ γοῦν ἔριν ἔχοντες εὐψυχίας ἀεὶ καὶ ἀρετῆς πρὸς αὐτόν, ἐν οἷς ἐλείποντο, τὴν τοῦ σώματος ᾐτιῶντο ῥώμην ἄτρεπτον οὖσαν καὶ πρὸς μηδένα πόνον ἀπαγορεύουσαν.
[p. 122]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.