Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Περικλεῖ δὲ βουλόμενος ἐντυχεῖν ἐπὶ θύρας ἦλθεν αὐτοῦ.
πυθόμενος δὲ μὴ σχολάζειν, ἀλλὰ σκοπεῖν καθ᾽ ἑαυτὸν
ὅπως ἀποδώσει λόγον Ἀθηναίοις, ἀπιὼν ὁ Ἀλκιβιάδης,
‘εἶτα,’ ἔφη, ‘βέλτιον οὐκ ἦν σκοπεῖν
αὐτὸν ὅπως οὐκ ἀποδώσει λόγον Ἀθηναίοις;’
ἔτι δὲ μειράκιον ὢν ἐστρατεύσατο τὴν εἰς Ποτίδαιαν
στρατείαν, καὶ Σωκράτη σύσκηνον εἶχε καὶ παραστάτην ἐν
τοῖς ἀγῶσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.