Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τότε δὲ τοῦ δήμου συνελθόντος εἰς τὴν ἐκκλησίαν παρελθὼν ὁ
Ἀλκιβιάδης, καὶ τὰ μὲν αὑτοῦ πάθη κλαύσας καὶ
ὀλοφυράμενος, ἐγκαλέσας δὲ μικρὰ καὶ μέτρια τῷ δήμῳ,
τὸ δὲ σύμπαν ἀναθεὶς αὑτοῦ τινι τύχῃ πονηρᾷ καὶ
φθονερῷ δαίμονι, πλεῖστα δ᾽ εἰς ἐλπίδας τῶν πολεμίων
καὶ πρὸς τὸ θαρρεῖν διαλεχθεὶς καὶ παρορμήσας, στεφάνοις
μὲν ἐστεφανώθη χρυσοῖς, ᾑρέθη δ᾽ ἅμα καὶ κατὰ γῆν
καὶ κατὰ θάλασσαν αὐτοκράτωρ στρατηγός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.