Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν δὲ Μινούκιον ἐπὶ τὰς αὐτὰς τῷ δικτάτορι πράξεις ἀποδείξαντες ᾤοντο κεκολοῦσθαι καὶ γεγονέναι ταπεινὸν παντάπασιν ἐκεῖνον, οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός. οὐ γὰρ αὑτοῦ συμφορὰν ἡγεῖτο τὴν ἐκείνων ἄγνοιαν, ἀλλ᾽ ὥσπερ Διογένης ὁ σοφός, εἰπόντος τινὸς πρὸς αὐτόν: ‘οὗτοι
σοῦ καταγελῶσιν,’
‘ἀλλ᾽ ἐγώ’ εἶπεν,
‘οὐ
καταγελῶμαι,’ μόνους ἡγούμενος καταγελᾶσθαι τοὺς ἐνδιδόντας καὶ πρὸς τὰ τοιαῦτα διαταραττομένους,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.