Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
καὶ γὰρ ἐξιών,
ὥς φασι,
καὶ εἰσιὼν ἀπ᾽ ἀγορᾶς ἠσπάζετο καθ᾽ ἡμέραν αὐτὴν μετὰ τοῦ καταφιλεῖν.
ἐν δὲ ταῖς κωμῳδίαις Ὀμφάλη τε νέα καὶ Δηϊάνειρα καὶ πάλιν Ἥρα προσαγορεύεται.
Κρατῖνος δ᾽ ἄντικρυς παλλακὴν αὐτὴν εἴρηκεν ἐν τούτοις:
Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει Καταπυγοσύνη παλλακὴν κυνώπιδα.
Cratinus, Cheirons; Kock, Com. Att. Frag. i. p. 86
δοκεῖ δὲ καὶ τὸν νόθον ἐκ ταύτης τεκνῶσαι,
περὶ οὗ πεποίηκεν Εὔπολις ἐν Δήμοις αὐτὸν μὲν οὕτως ἐρωτῶντα:
ὁ νόθος δέ μοι ζῇ;
Eupolis, Demes; Kock, Com. Att. Frag. i. p. 282
τὸν δὲ Μυρωνίδην ἀποκρινόμενον:
καὶ πάλαι γ᾽ ἂν ἦν ἀνήρ,
εἰ μὴ τὸ τῆς πόρνης ὑπωρρώδει κακόν.
Eupolis, Demes; Kock, Com. Att. Frag. i. p. 282