Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ τῶν πραγμάτων δι᾽ ἀναρχίας φερομένων ἐς
μείζονας ταραχάς ἀποδείκνυται δικτάτωρ ὁ Κάμιλλος
ὑπὸ τῆς βουλῆς ἄκοντι τῷ δήμῳ τὸ τέταρτον,
οὐδ᾽ αὐτὸς ὢν πρόθυμος οὐδὲ βουλόμενος
ἐναντιοῦσθαι πρὸς ἀνθρώπους παρρησίαν ἔχοντας
ἀπὸ πολλῶν καὶ μεγάλων ἀγώνων πρὸς αὐτόν, ὡς
πλείονα μετ᾽ αὐτῶν1 διαπεπραγμένος ἐν στρατηγίαις ἢ μετὰ τῶν πατρικίων ἐν πολιτείαις, καὶ
[p. 196]
νῦν διὰ φθόνον ἐκείνων ᾑρημένος ὑπ᾽ αὐτῶν, ὅπως ἢ καταλύσειε τὸν δῆμον ἰσχύσας ἢ καταλυθείη μὴ κρατήσας.
1 μετ᾽ αὐτῶν διαπεπραγμένος edd., including Sintenis, and S; ἐν στρατηγίαις μετ᾽ αὐτῶν with C.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.