Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὁ δὲ
Βρέννος οἷον ἐφυβρίζων καὶ καταγελῶν ἀποδυσάμενος1 τὴν μάχαιραν ἅμα καὶ τὸν ζωστῆρα προσέθηκε τοῖς σταθμοῖς. πυνθανομένου δὲ τοῦ Σουλπικίου, ‘τί τοῦτο ;’
‘τί γὰρ ἄλλο,’ εἶπεν, ‘ἢ
τοῖς νενικημένοις ὀδύνη ;’ τοῦτο μὲν οὖν ἤδη παροιμιώδης λόγος γέγονε. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἠγανάκτουν καὶ τὸ χρυσίον ᾤοντο δεῖν λαβόντας αὖθις ἀπιέναι καὶ τὴν πολιορκίαν ὑπομένειν οἱ δὲ συγχωρεῖν ἐκέλευον ἀδικουμένους μέτρια, καὶ μὴ τῷ πλέον διδόναι προσλογίζεσθαι τὸ αἰσχρόν, αὐτό γε τὸ δοῦναι διὰ τὸν καιρὸν οὐ καλῶς ἀλλ᾽ ἀναγκαίως ὑπομένοντας.
1 ἀποδυσάμενος with S: ἀπολυσάμενος unfastening.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.