ἀλλ᾽ εἰ τύγε Παυσανίαν ἢ καὶ τύγε Ξάνθιππον αἰνεῖς[3]
ἢ τύγε Λευτυχίδαν, ἐγὼ δ᾽ Ἀριστείδαν ἐπαινέω
ἄνδρ᾽ ἱερᾶν ἀπ᾽ Ἀθανᾶν
ἐλθεῖν ἕνα λῷστον: ἐπεὶ Θεμιστοκλῆ ἤχθαρε Λατώ,
ψεύσταν, ἄδικον, προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόντ᾽[4] πολὺ δ᾽ ἀσελγεστέρᾳ καὶ ἀναπεπταμένῃ μᾶλλον εἰς τὸν Θεμιστοκλέα βλασφημίᾳ κέχρηται μετὰ τὴν φυγὴν αὐτοῦ καὶ τὴν καταδίκην ὁ Τιμοκρέων ᾆσμα ποιήσας, οὗ ἐστιν ἀρχή:
ἀργυρίοις σκυβαλικτοῖσι πεισθεὶς οὐ κατᾶγεν
εἰς πάτραν Ἰαλυσόν,
λαβὼν δὲ τρί᾽ ἀργυρίου τάλαντ᾽ ἔβα πλέων εἰς ὄλεθρον,
τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δ᾽ ἐκδιώκων, τοὺς δὲ καίνων,
ἀργυρίων ὑπόπλεως, Ἰσθμοῖ δ᾽ ἐπανδόκευε γελοίως ψυχρὰ κρέα παρέχων:
οἱ δ᾽ ἤσθιον κηὔχοντο μὴ ὥραν Θεμιστοκλεῦς γενέσθαι.
Μοῦσα τοῦδε τοῦ μέλεοςλέγεται δ᾽ ὁ Τιμοκρέων ἐπὶ μηδισμῷ φυγεῖν συγκαταψηφισαμένου τοῦ Θεμιστοκλέους. [5] ὡς οὖν ὁ Θεμιστοκλῆς αἰτίαν ἔσχε μηδίζειν, ταῦτ᾽ ἐποίησεν εἰς αὐτόν:
κλέος ἀν᾽ Ἕλλανας τίθει,
ὡς ἐοικὸς καὶ δίκαιον.
οὐκ ἄρα Τιμοκρέων μοῦνος Μήδοισιν ὁρκιατομεῖ,
ἀλλ᾽ ἐντὶ κἆλλοι δὴ πονηροί: οὐκ ἐγὼ μόνα κόλουρις:
ἐντὶ καὶ ἄλλαι ἀλώπεκες.