This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ δὲ Σαβίνων οὕτω διακριθέντα τῷ
[p. 560]
μετοικισμῷ τῶν ἀνδρῶν, οὐκ εἴασαν οἱ δημαγωγοῦντες ἀτρεμῆσαι καί καταστῆναι, σχετλιάζοντες εἰ Κλαῦσος ἃ παρὼν οὐκ ἔπεισε διαπράξεται φυγὰς γενόμενος καί πολέμιος, μὴ δοῦναι δίκην Ῥωμαίους ὧν ὑβρίζουσιν. ἄραντες οὖν στρατῷ μεγάλῳ περὶ Φιδήνας κατηυλίσαντο, καί τινα λόχον θέμενοι πρὸ τῆς Ῥώμης ἐν χωρίοις συνηρεφέσι καί κοίλοις δισχιλίους ὁπλίτας, ἔμελλον ἅμ᾽ ἡμέρᾳ φανερῶς ὀλίγοις ἱππεῦσι λείαν ἐλαύνειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.