Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἀσθένεια γάρ, οὐκ εὔνοια, λύπας ἀπεράντους ἐπάγεται καὶ φόβους ἀνθρώποις ἀνασκήτοις ὑπὸ λόγου πρὸς τύχην, οἷς οὐδ᾽ ἀπόλαυσις ἐγγίνεται τοῦ ποθουμένου παρόντος, τοῦ μέλλοντος ὠδῖνας ἀεὶ καὶ τρόμους καὶ ἀγῶνας, εἰ στερήσονται, παρέχοντος αὐτοῖς. δεῖ δὲ μήτε πενίᾳ πρὸς χρημάτων πεφράχθαι1 στέρησιν μήτε ἀφιλίᾳ πρὸς φίλων ἀποβολὴν μήτ᾽ ἀπαιδίᾳ πρὸς τέκνων θάνατον, ἀλλὰ τῷ λογισμῷ πρὸς πάντα. καὶ ταῦτα μέν, ὡς ἐν τῷ παρόντι, πλείονα τῶν ἱκανῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.