Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
εἶτα τοῦ δόγματος ἐξενεχθέντος τὰ μὲν κτήματα καρπούμενοι, τὰ δὲ χρήματα τοῖς δανείσασιν οὐκ ἀποδιδόντες, εἰς αἰτίαν τὸν Σόλωνα μεγάλην καὶ διαβολήν, ὥσπερ οὐ συναδικούμενον, ἀλλὰ συναδικοῦντα, κατέστησαν. ἀλλὰ τοῦτο μὲν εὐθὺς ἐλύθη τὸ ἔγκλημα τοῖς πέντε ταλάντοις: τοσαῦτα γὰρ εὑρέθη δανείζων, καὶ ταῦτα πρῶτος ἀφῆκε κατὰ τὸν νόμον. ἔνιοι δὲ πεντεκαίδεκα λέγουσιν, ὧν καὶ Πολύζηλος ὁ Ῥόδιός ἐστι. τοὺς μέντοι φίλους αὐτοῦ χρεωκοπίδας καλοῦντες διετέλεσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.