previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ διεκόσμησε τὰς ἱερωσύνας, ἐδείματο πλησίον τοῦ τῆς Ἑστίας ἱεροῦ τὴν καλουμένην Ῥηγίαν, οἷόν τι βασίλειον οἴκημα: καὶ τὸ πλεῖστον αὐτόθι τοῦ χρόνου διέτριβεν ἱερουργῶν διδάσκων τοὺς ἱερεῖς πρὸς ἐννοίᾳ τινὶ τῶν θείων πρὸς αὑτὸν σχολάζων. οἰκίαν δ̓ εἶχεν ἑτέραν περὶ τὸν Κυρίνου λόφον, ἧς ἔτι νῦν τὸν τόπον ἐπιδεικνύουσιν. ἐν δὲ ταῖς προπομπαῖς καὶ ὅλως τῶν ἱερέων ταῖς πομπαῖς προηγοῦντο κήρυκες ἀνὰ τὴν πόλιν ἐλινύειν κελεύοντες καὶ τὰ ἔργα καταπαύοντες. [2] ὡς γάρ φασι τοὺς Πυθαγορικοὺς οὐκ ἐᾶν ἐκ παρόδου προσκυνεῖν καὶ προσεύχεσθαι τοῖς θεοῖς, ἀλλ᾽ οἴκοθεν εὐθὺς ἐπὶ τοῦτο γνώμῃ παρεσκευασμένους βαδίζειν, οὕτως ᾤετο Νομᾶς χρῆναι τοὺς πολίτας μήτε ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν ἄγοντας ἀπὸ τῶν ἄλλωὶ καὶ προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν, ψόφων τε καὶ πατάγων καὶ στεναγμῶν, καὶ ὅσα τοιαῦτα τοῖς ἀναγκαίοις καὶ βαναύσοις πόνοις ἕπεται, καθαρὰς τὰς ὁδοὺς ταῖς ἱερουργίαις παρέχοντας, ὧν ἴχνος τι μέχρι [p. 356] νῦν διασώζοντες, ὅταν ἄρχων πρὸς ὄρνισιν θυσίαις διατρίβῃ, βοῶσινὋκ ἄγε:’ σημαίνει δὲ φωνὴτοῦτο πρᾶσσε,’ συνεπιστρέφουσα καὶ κατακοσμοῦσα τοὺς προστυγχάνοντας.

[3] ἦν δὲ καὶ τῶν ἄλλων παραγγελμάτων αὐτοῦ πολλὰ τοῖς Πυθαγορικοῖς ἐοικότα. ὡς γὰρ ἐκεῖνοι παρῄνουν ἐπὶ χοίνικος μὴ καθῆσθαι, καὶ μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, καὶ βαδίζοντας εἰς ἀποδημίας μὴ μεταστρέφεσθαι, καὶ τοῖς μὲν οὐρανίοις περισσά, θύειν, ἄρτια δὲ τοῖς χθονίοις, ὧν ἑκάστου τὴν διάνοιαν ἀπεκρύπτοντο πρὸς τοὺς πολλούς, οὕτως ἔνια τῶν Νομᾶ πατρίων ἀπόρρητον ἔχει τὸν λόγον οἷον τὸ μὴ σπένδειν θεοῖς ἐξ ἀμπέλων ἀτμήτων μηδὲ θύειν ἄτερ ἀλφίτων καὶ τὸ προσκυνεῖν περιστρεφομένους καὶ τὸ καθῆσθαι προσκυνήσαντας. [4] τὰ μὲν οὖν πρῶτα δύο τὴν γῆς ἐξημέρωσιν ἔοικε διδάσκειν, ὡς μόριον εὐσεβείας οὖσαν δὲ περιστροφὴ τῶν προσκυνούντων λέγεται μὲν ἀπομίμησις εἶναι τῆς τοῦ κόσμου περιφορᾶς, δόξειε δ̓ ἂν μᾶλλον προσκυνῶν, ἐπεὶ πρὸς ἕω τῶν ἱερῶν βλεπόντων ἀπέστραπται τὰς ἀνατολάς, μεταβάλλειν ἑαυτὸν ἐνταῦθα καὶ περιστρέφειν ἐπὶ τὸν θεόν, κύκλον ποιῶν καὶ συνάπτων τὴν ἐπιτελείωσιν τῆς εὐχῆς [5] δι᾽ ἀμφοῖν εἰ μὴ νὴ Δία τοῖς Αἰγυπτίοις τροχοῖς αἰνίττεταί τι καὶ διδάσκει παραπλήσιον μεταβολὴ τοῦ σχήματος, ὡς οὐδενὸς ἑστῶτος τῶν ἀνθρωπίνων, ἀλλ᾽ ὅπως ἂν στρέφῃ καὶ ἀνελίττῃ τὸν βίον ἡμῶν θεός, ἀγαπᾶν καὶ δέχεσθαι προσῆκον, τὸ δὲ καθέζεσθαι προσκυνήσαντας οἰωνισμὸν εἶναι λέγουσι τοῦ βεβαιότητα ταῖς [p. 358] εὐχαῖς καὶ διαμονὴν τοῖς ἀγαθοῖς ἐπιγίνεσθαι. λέγουσι δὲ καὶ πράξεων διορισμὸν εἶναι τὴν ἀνάπαυσιν: [6] ὡς οὖν τῇ προτέρᾳ, πράξει πέρας ἐπιτιθέντας καθέζεσθαι παρὰ τοῖς θεοῖς, ἵνα ἑτέρας πάλιν ἀρχὴν παρ᾽ ἐκείνων λάβωσι. δύναται δὲ καὶ τοῦτο τοῖς εἰρημένοις ὁμολογεῖν, ἐθίζοντος ἡμᾶς τοῦ νομοθέτου μὴ ποιεῖσθαι τὰς πρὸς τὸ θεῖον ἐντεύξεις ἐν ἀσχολίᾳ, καὶ παρέργως οἷον σπεύδοντας, ἀλλ᾽ ὅταν χρόνον ἔχωμεν καὶ σχολὴν ἄγω μεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (17 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: