This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
τὰ μὲν οὖν τῆς μάχης εὐτυχεῖτο καὶ
καταβαλὼν ἐσκύλευσε τὸν ἄνδρα γνωρίσαντες δὲ οἱ Κελτοὶ πέμπουσιν εἰς
Ῥώμην κήρυκα τοῦ Φαβίου κατηγοροῦντες ὡς ἐκσπόνδου καὶ ἀπίστου καὶ
ἀκατάγγελτον ἐξενηνοχότος πρὸς αὐτοὺς πόλεμον. ἐνταῦθα τὴν μὲν σύγκλητον
οἱ Φιτιαλεῖς ἔπειθον ἐκδιδόναι τὸν ἄνδρα τοῖς [p. 350] Κελτοῖς,
καταφυγὼν δὲ ἐκεῖνος εἰς τοὺς πολλοὺς καὶ τῷ δήμῳ σπουδάζοντι
χρησάμενος διεκρούσατο τὴν δίκην. μετ᾽ ὀλίγον δὲ ἐπελθόντες οἱ Κελτοὶ
τὴν Ῥώμην πλὴν τοῦ Καπιτωλίου διεπόρθησαν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς
περὶ Καμίλλου μᾶλλον ἀκριβοῦται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.