Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐν μέσῳ δὲ τούτων τὰς ἐκκλησίας ἦγον,
οὔτε παστάδων οὐσῶν οὔτε ἄλλης τινὸς κατασκευῆς, οὐθὲν γάρ ᾤετο
ταῦτα πρὸς εὐβουλίαν εἶναι, μᾶλλον δὲ βλάπτειν, φλυαρώδεις ἀπεργαζόμενα
καὶ χαύνους φρονήματι κενῷ τὰς διανοίας τῶν συμπορευομένων, ὅταν εἰς
ἀγάλματα καὶ γραφὰς ἢ προσκήνια θεάτρων ἢ στέγας βουλευτηρίων ἠσκημένας
περιττῶς ἐκκλησιάζοντες ἀποβλέπωσι. τοῦ δὲ πλήθους ἀθροισθέντος εἰπεῖν
μὲν οὐδενὶ γνώμην τῶν ἄλλων ἐφεῖτο, τὴν δ̓ ὑπὸ τῶν γερόντων καὶ τῶν
βασιλέων προτεθεῖσαν ἐπικρῖναι κύριος ἦν ὁ δῆμος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.