Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ᾔτουν γάρ οὐ ναῦς οὐδὲ χρήματα παρ᾽ αὐτῶν οὐδὲ ὁπλίτας πέμποντες,
ἀλλὰ ἕνα Σπαρτιάτην ἡγεμόνα: καὶ λαβόντες ἐχρῶντο μετὰ τιμῆς καὶ
δέους, ὥσπερ Γυλίππῳ Σικελιῶται καὶ Βρασίδᾳ Χαλκιδεῖς, Λυσάνδρῳ δὲ
καὶ Καλλικρατίδᾳ καὶ Ἀγησιλάῳ πάντες οἱ τὴν Ἀσίαν οἰκοῦντες
Ἕλληνες, τοὺς μὲν ἄνδρας ἁρμοστὰς καὶ σωφρονιστὰς τῶν ἑκασταχοῦ δήμων
καὶ ἀρχόντων ὀνομάζοντες, πρὸς δὲ σύμπασαν τὴν τῶν Σπαρτιατῶν πόλιν
ὥσπερ παιδαγωγὸν ἢ διδάσκαλον εὐσχήμονος βίου καὶ τεταγμένης πολιτείας
ἀποβλέποντες,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.