Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὧν ἐπικρατούντων πρότερον οὐ πόλεως ἡ Σπάρτη
πολιτείαν, ἀλλ᾽ ἀνδρὸς ἀσκητοῦ καὶ σοφοῦ βίον ἔχουσα, μᾶλλον δ᾽, ὥσπερ
οἱ ποιηταὶ τὸν Ἡρακλέα μυθολογοῦσι δέρμα καὶ ξύλον ἔχοντα τὴν
οἰκουμένην ἐπιπορεύεσθαι, κολάζοντα τοὺς παρανόμους καὶ θηριώδεις
τυράννους, οὕτως ἡ πόλις ἀπὸ σκυτάλης μιᾶς καὶ τρίβωνος ἄρχουσα τῆς
Ἑλλάδος ἑκούσης καὶ βουλομένης, κατέλυε τὰς ἀδίκους δυναστείας καὶ
τυραννίδας ἐν τοῖς πολιτεύμασι, καὶ πολέμους ἐβράβευε καὶ στάσεις
κατέπαυε, πολλάκις οὐδ᾽ ἀσπίδα κινήσασα μίαν, ἀλλ᾽ ἕνα πέμψασα
πρεσβευτήν, ᾧ πάντες εὐθὺς ἐποίουν τὸ προστασσόμενον, ὥσπερ αἱ
μέλισσαι φανέντος ἡγεμόνος, συντρέχοντες καὶ κατακοσμούμενοι. τοσοῦτον
περιῆν εὐνομίας τῇ πόλει καὶ δικαιοσύνης. [p. 298]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.