Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἅμα δ̓ ἐξῆρχεν ἐμβατηρίου παιᾶνος, ὥστε σεμνὴν ἅμα καὶ καταπληκτικὴν
τὴν ὄψιν εἶναι, ῥυθμῷ τε πρὸς τὸν αὐλὸν ἐμβαινόντων καὶ μήτε
διάσπασμα ποιούντων ἐν τῇ φάλαγγι μήτε ταῖς ψυχαῖς θορυβουμένων, ἀλλὰ
πρᾴως καὶ ἱλαρῶς ὑπὸ τοῦ μέλους ἀγομένων ἐπὶ τὸν κίνδυνον. οὔτε γάρ
φόβον οὔτε θυμὸν ἐγγίνεσθαι πλεονάζοντα [p. 276] τοῖς οὕτω
διακειμένοις εἰκός ἐστιν, ἀλλ᾽ εὐσταθὲς φρόνημα μετ᾽ ἐλπίδος καὶ θράσους,
ὡς τοῦ θεοῦ συμπαρόντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.