Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
νεανίσκος δὲ πρὸς τὸν ἐπαγγελλόμενον αὐτῷ
δώσειν ἀλεκτρυόνας ἀποθνήσκοντας ἐν τῷ μάχεσθαι, ‘μὴ
σὺ γε,’ εἶπεν, ‘ἀλλὰ δός μοι τῶν ἀποκτεινόντων
ἐν τῷ μάχεσθαι.’ ἕτερος δέ τις ἰδὼν ἐν ἀποχωρήσει θακεύοντας ἐπὶ
δίφρων ἀνθρώπους, ‘μὴ γένοιτο,’ εἶπεν, ‘ἐνταῦθα καθίσαι ὅθεν οὐκ ἔστιν ὑπεξαναστῆναι
πρεσβυτέρῳ.’ τὸ μὲν οὖν τῶν ἀποφθεγμάτων εἶδος ἦν τοιοῦτον ὥστε
καὶ λέγειν τινὰς οὐκ ἀτόπως ὅτι μᾶλλόν ἐστι τὸ φιλοσοφεῖν ἢ τὸ
φιλογυμναστεῖν λακωνίζειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.