Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐκ δὲ τῆς τοιαύτης
ἀνέσεως τοῦ μὲν δήμου θρασυνομένου, τῶν δ̓ ὕστερον βασιλέων τὰ μὲν
ἀπεχθανομένων τῷ βιάζεσθαι τοὺς πολλούς, τὰ δὲ πρὸς χάριν ἢ δι᾽
ἀσθένειαν ὑποφερομένων, ἀνομία καὶ ἀταξία κατέσχε τὴν Σπάρτην ἐπὶ
πολὺν χρόνον ὑφ᾽ ἧς καὶ τὸν πατέρα τοῦ Λυκούργου βασιλεύοντα συνέβη
τελευτῆσαι. διερύκων γάρ ἁψιμαχίαν τινά, μαγειρικῇ κοπίδι πληγεὶς
ἀπέθανε, τῷ πρεσβυτέρῳ παιδὶ Πολυδέκτῃ καταλιπὼν τὴν βασιλείαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.