Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἄρχοντα δ̓ αὑτοῖς παρίστατο τῆς ἀγέλης τὸν τῷ
φρονεῖν διαφέροντα καὶ θυμοειδέστατον ἐν τῷ μάχεσθαι: καὶ πρὸς τοῦτον
ἀφεώρων καὶ προστάττοντος ἠκροῶντο καὶ κολάζοντος ἐκαρτέρουν, ὥστε τὴν
παιδείαν εἶναι μελέτην εὐπειθείας. ἐπεσκόπουν δὲ οἱ πρεσβύτεροι παίζοντας
αὐτούς, καὶ τὰ πολλὰ μάχας τινὰς ἐμβάλλοντες ἀεὶ καὶ φιλονεικίας, οὐ
παρέργως κατεμάνθανον ὁποῖός ἐστι τὴν φύσιν ἕκαστος αὐτῶν πρὸς τὸ
τολμᾶν καὶ μὴ φυγομαχεῖν ἐν ταῖς ἁμίλλαις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.