Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καὶ τοῦτο ἔπραττον
οὐκ ὀλίγον χρόνον, ἀλλ᾽ ὥστε καὶ παῖδας γενέσθαι ἐνίοις πρὶν ἐς
ἡμέραν θεάσασθαι τὰς ἑαυτῶν γυναῖκας, ἡ δὲ τοιαύτη σύνοδος οὐ μόνον
ἐγκρατείας καὶ σωφροσύνης ἄσκησις ἦν, ἀλλὰ τοῖς τε σώμασι γονίμους καὶ
τῷ φιλεῖν ἀεὶ καινοὺς καὶ προσφάτους ἦγεν ἐπὶ τὴν κοινωνίαν, οὐ
διακορεῖς οὐδ᾽ ἐξιτήλους ταῖς ἀνέδην κοινωνίαις, ἀλλ᾽ ἀεὶ τι λείψανον
καὶ ὑπέκκαυμα πόθου καὶ χάριτος ἐναπολείποντας ἀλλήλοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.