Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ
καὶ Λεωτυχίδην τὸν πρεσβύτερον ἐν Κορίνθῳ δειπνοῦντα, καὶ θεασάμενον τῆς
στέγης τοῦ οἴκου τὴν κατασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν
ξένον εἰ τετράγωνα παρ᾽ αὐτοῖς τὰ ξύλα φύεται.
τρίτην δὲ ῥήτραν διαμνημονεύουσι τοῦ Λυκούργου, τὴν κωλύουσαν ἐπὶ τοὺς
αὐτοὺς πολεμίους [p. 244] πολλάκις 1 στρατεύειν, ἵνα μὴ πολλάκις
ἀμύνεσθαι συνεθιζόμενοι πολεμικοὶ γένωνται.
1 πολλάκις inserted before στρατεύειν to agree with Morals, p. 227 c; πολεμίους στρατεύειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.