Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
μία μὲν οὖν τῶν ῥητρῶν ἦν, ὥσπερ
εἴρηται, μὴ χρῆσθαι νόμοις ἐγγράφοις. ἑτέρα δὲ πάλιν κατὰ τῆς
πολυτελείας, ὅπως οἰκίᾳ πᾶσα τὴν μὲν ὀροφὴν ἀπὸ πελέκεως εἰργασμένην
ἔχῃ, τὰς δὲ θύρας ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων,
ὅπερ γάρ ὕστερον Ἐπαμεινώνδαν εἰπεῖν λέγουσιν ἐπὶ τῆς ἑαυτοῦ
τραπέζης, ὡς τὸ τοιοῦτον ἄριστον οὐ χωρεῖ προδοσίαν, τοῦτο πρῶτος ἐνόησε
Λυκοῦργος, ὡς οἰκίᾳ τοιαύτη τρυφὴν οὐ χωρεῖ καὶ πολυτέλειαν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.