Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
συναγανακτούντων δὲ τῶν ἐν
Ἄλβῃ καὶ δεινὰ πάσχειν οἰομένων τὸν ἄνδρα παρ᾽ ἀξίαν,
κινηθεὶς ὁ Ἀμούλιος αὐτῷ παραδίδωσι τῷ Νομήτορι τὸν
Ῥέμον, ὅ τι βούλοιτο χρήσασθαι.
παραλαβὼν δ᾽ ἐκεῖνος,
ὡς ἧκεν οἴκαδε, θαυμάζων μὲν ἀπὸ τοῦ σώματος τὸν
νεανίσκον, ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ πάντας, ἐνορῶν δὲ τῷ προσώπῳ τὸ θαρραλέον καὶ ἰταμὸν τῆς ψυχῆς ἀδούλωτον καὶ ἀπαθὲς ὑπὸ τῶν παρόντων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.