Click on a word to bring up parses, dictionary entries, and frequency statistics
22.
λέγεται δὲ καὶ τὴν περὶ τὸ πῦρ ἁγιστείαν Ῥωμύλον καταστῆσαι πρῶτον, ἀποδείξαντα παρθένους ἱερὰς
Ἑστιάδας προσαγορευομένας. οἱ δὲ τοῦτο μὲν εἰς Νομᾶν
ἀναφέρουσι, τὰ δ᾽ ἄλλα τὸν Ῥωμύλον θεοσεβῆ διαφερόντως, ἔτι δὲ μαντικὸν ἱστοροῦσι γενέσθαι, καὶ φορεῖν
ἐπὶ μαντικῇ τὸ καλούμενον λίτυον: ἔστι δὲ καμπύλη
ῥάβδος, ᾗ τὰ πλινθία καθεζομένους ἐπ᾽ οἰωνῶν διαγράφειν.
[2]
τοῦτο δ᾽ ἐν Παλατίῳ φυλαττόμενον ἀφανισθῆναι,
περὶ τὰ Κελτικὰ τῆς πόλεως ἁλούσης: εἶτα μέντοι τῶν
βαρβάρων ἐκπεσόντων εὑρεθῆναι κατὰ τέφρας βαθείας,
ἀπαθὲς ὑπὸ τοῦ πυρὸς ἐν πᾶσι τοῖς ἄλλοις ἀπολωλόσι
καὶ διεφθαρμένοις.
[3]
ἔθηκε δὲ καὶ νόμους τινάς, ὧν σφοδρὸς μέν ἐστιν ὁ
γυναικὶ μὴ διδοὺς ἀπολείπειν ἄνδρα, γυναῖκα δὲ διδοὺς
ἐκβάλλειν1 ἐπὶ φαρμακείᾳ τέκνων ἢ κλειδῶν ὑποβολῇ2
καὶ μοιχευθεῖσαν:
εἰ δ᾽ ἄλλως τις ἀποπέμψαιτο, τῆς
οὐσίας αὐτοῦ τὸ μὲν τῆς γυναικὸς εἶναι, τὸ δὲ τῆς
Δήμητρος ἱερὸν κελεύων: τὸν δ᾽ ἀποδόμενον γυναῖκα
θύεσθαι χθονίοις θεοῖς.
[4]
ἴδιον δὲ τὸ μηδεμίαν δίκην κατὰ
πατροκτόνων ὁρίσαντα, πᾶσαν ἀνδροφονίαν πατροκτονίαν
προσειπεῖν, ὡς τούτου μὲν ὄντος ἐναγοῦς, ἐκείνου δ᾽ ἀδυνάτου.
καὶ μέχρι χρόνων πολλῶν ἔδοξεν ὀρθῶς ἀπογνῶναι τὴν τοιαύτην ἀδικίαν: οὐδεὶς γὰρ ἔδρασε τοιοῦτον
οὐδὲν ἐν Ῥώμῃ σχεδὸν ἐτῶν ἑξακοσίων διαγενομένων,
ἀλλὰ πρῶτος μετὰ τὸν Ἀννιβιακὸν πόλεμον ἱστορεῖται
Λεύκιος Ὅστιος πατροκτόνος γενέσθαι. ταῦτα μὲν οὖν
ἱκανὰ περὶ τούτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.