Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τετάρτῳ δὲ μηνὶ μετὰ τὴν κτίσιν, ὡς Φάβιος
ἱστορεῖ, τὸ περὶ τὴν ἁρπαγὴν ἐτολμήθη
τῶν γυναικῶν. καὶ λέγουσι μὲν ἔνιοι τὸν Ῥωμύλον αὐτὸν
τῇ φύσει φιλοπόλεμον ὄντα, καὶ πεπεισμένον ἔκ τινων
ἄρα λογίων ὅτι τὴν Ῥώμην πέπρωται πολέμοις τρεφομένην καὶ αὐξομένην γενέσθαι μεγίστην, βίας ὑπάρξαι
πρὸς τοὺς Σαβίνους: οὐδὲ γὰρ πολλάς, ἀλλὰ τριάκοντα
μόνας παρθένους λαβεῖν αὐτόν, ἅτε δὴ πολέμου μᾶλλον
ἢ γάμων δεόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.