Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἤδη δὲ πεντήκοντα ἔτη γεγονώς, ὥς φησιν Ἑλλάνικος, ἔπραξε τὰ περὶ τὴν Ἑλένην, οὐ καθ᾽ ὥραν. ὅθεν ὡς δὴ μέγιστον ἐπανορθούμενοι τοῦτο τῶν ἐγκλημάτων, ἔνιοι λέγουσιν οὐκ αὐτὸν ἁρπάσαι τὴν Ἑλένην, ἀλλὰ Ἴδα καὶ Λυγκέως ἁρπασάντων παρακαταθήκην λαβόντα τηρεῖν καὶ μὴ προΐεσθαι τοῖς Διοσκούροις ἀπαιτοῦσιν: ἢ νὴ Δία Τυνδάρεω παραδόντος αὐτοῦ, φοβηθέντος Ἐναρσφόρον τὸν Ἱπποκόωντος ἔτι νηπίαν οὖσαν βιαζόμενον τὴν Ἑλένην λαβεῖν. τὰ δὲ εἰκότα καὶ πλείστους ἔχοντα μάρτυρας τοιαῦτά ἐστιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.