Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πολλῶν δὲ τότε τοῖς ἀρίστοις ἄθλων γενομένων Ἡρόδωρος μὲν οὐδενὸς οἴεται τὸν Θησέα μετασχεῖν, ἀλλὰ μόνοις Λαπίθαις τῆς κενταυρομαχίας: ἕτεροι δὲ καὶ μετὰ Ἰάσονος ἐν Κόλχοις γενέσθαι καὶ Μελεάγρῳ συνεξελεῖν τὸν κάπρον: καὶ διὰ τοῦτο παροιμίαν εἶναι τὴν ‘οὐκ ἄνευ Θησέως:’ αὐτὸν μέντοι μηδενὸς συμμάχου δεηθέντα πολλοὺς καὶ καλοὺς ἄθλους κατεργάσασθαι, καὶ τὸν ‘ἄλλος οὗτος Ἡρακλῆς’ λόγον ἐπ᾽ ἐκείνου κρατῆσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.