Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὀδυσσεύς
οὔ σε χρὴ εἰδέναι: θανῇ γὰρ σήμερον δράσας κακῶς. Χορός
οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν; Ὀδυσσεύς
685ἵστω. θάρσει. Χορός
πέλας ἴθι. παῖε πᾶς. Ὀδυσσεύς
ἦ σὺ δὴ Ῥῆσον κατέκτας; Χορός
ἀλλὰ τὸν κτενοῦντα σὲ ... Ὀδυσσεύς
ἴσχε πᾶς τις. Χορός
οὐ μὲν οὖν. Ὀδυσσεύς
ἆ: φίλιον ἄνδρα μὴ θένῃς. Χορός
καὶ τί δὴ τὸ σῆμα; Ὀδυσσεύς
Φοῖβος. Χορός
ἔμαθον: ἴσχε πᾶς δόρυ.
οἶσθ᾽ ὅποι βεβᾶσιν ἅνδρες; Ὀδυσσεύς
τῇδέ πῃ κατείδομεν. Χορός
690ἕρπω πᾶς κατ᾽ ἴχνος αὐτῶν. ἢ βοὴν ἐγερτέον;
ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.