previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγαμέμνων

ζηλῶ σὲ μᾶλλον 'μὲ τοῦ μηδὲν φρονεῖν.
χώρει δὲ μελάθρων ἐντόςὀφθῆναι κόραις
πικρόνφίλημα δοῦσα δεξιάν τέ μοι,
680μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.
στέρνα καὶ παρῇδες, ξανθαὶ κόμαι,
ὡς ἄχθος ὑμῖν ἐγένεθ᾽ Φρυγῶν πόλις
Ἑλένη τε. — παύω τοὺς λόγους: ταχεῖα γὰρ
νοτὶς διώκει μ᾽ ὀμμάτων ψαύσαντά σου.
685ἴθ᾽ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
μέλλων Ἀχιλλεῖ θυγατέρ᾽ ἐκδώσειν ἐμήν.
ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ᾽ ὅμως
δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
690παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.

Κλυταιμήστρα

οὐχ ὧδ᾽ ἀσύνετός εἰμι, πείσεσθαι δέ με
καὐτὴν δόκει τάδ᾽, ὥστε μή σε νουθετεῖν,
ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην:
ἀλλ᾽ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.
695τοὔνομα μὲν οὖν παῖδ᾽ οἶδ᾽ ὅτῳ κατῄνεσας,
γένους δ᾽ ὁποίου χὡπόθεν, μαθεῖν θέλω.

Ἀγαμέμνων

Αἴγινα θυγάτηρ ἐγένετ᾽ Ἀσωποῦ πατρός.

Κλυταιμήστρα

ταύτην δὲ θνητῶν θεῶν ἔζευξε τίς;

Ἀγαμέμνων

Ζεύς: Αἰακὸν δ᾽ ἔφυσεν, Οἰνώνης πρόμον.

Κλυταιμήστρα

700τὰ δ᾽ Αἰακοῦ παῖς τίς κατέσχε δώματα;

Ἀγαμέμνων

Πηλεύς: Πηλεὺς δ᾽ ἔσχε Νηρέως κόρην.

Κλυταιμήστρα

θεοῦ διδόντος, βίᾳ θεῶν λαβών;

Ἀγαμέμνων

Ζεὺς ἠγγύησε καὶ δίδωσ᾽ κύριος.

Κλυταιμήστρα

γαμεῖ δὲ ποῦ νιν; κατ᾽ οἶδμα πόντιον;

Ἀγαμέμνων

705Χείρων ἵν᾽ οἰκεῖ σεμνὰ Πηλίου βάθρα.

Κλυταιμήστρα

οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;

Ἀγαμέμνων

ἐνταῦθ᾽ ἔδαισαν Πηλέως γάμους θεοί.

Κλυταιμήστρα

Θέτις δ᾽ ἔθρεψεν πατὴρ Ἀχιλλέα;

Ἀγαμέμνων

Χείρων, ἵν᾽ ἤθη μὴ μάθοι κακῶν βροτῶν.

Κλυταιμήστρα

710φεῦ:
σοφός γ᾽ θρέψας χὡ διδοὺς σοφώτερος.

Ἀγαμέμνων

τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.

Κλυταιμήστρα

οὐ μεμπτός. οἰκεῖ δ᾽ ἄστυ ποῖον Ἑλλάδος;

Ἀγαμέμνων

Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.

Κλυταιμήστρα

ἐκεῖσ᾽ ἀπάξει σὴν ἐμήν τε παρθένον;

Ἀγαμέμνων

715κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: