next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀγαμέμνων

Ἀγαμέμνων

Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,
50Φοίβη Κλυταιμήστρα τ᾽, ἐμὴ ξυνάορος,
Ἑλένη τε: ταύτης οἱ τὰ πρῶτ᾽ ὠλβισμένοι
μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.
δειναὶ δ᾽ ἀπειλαὶ καὶ κατ᾽ ἀλλήλων φόνος
ξυνίσταθ᾽, ὅστις μὴ λάβοι τὴν παρθένον.
55τὸ πρᾶγμα δ᾽ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,
δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως
ἅψαιτ᾽ ἄριστα. καί νιν εἰσῆλθεν τάδε:
ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν
μνηστῆρας ἀλλήλοισι καὶ δι᾽ ἐμπύρων
60σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε:
ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,
τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν
οἴχοιτο τόν τ᾽ ἔχοντ᾽ ἀπωθοίη λέχους,
κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν
65Ἕλλην᾽ ὁμοίως βάρβαρόν θ᾽ ὅπλων μέτα.
ἐπεὶ δ᾽ ἐπιστώθησανεὖ δέ πως γέρων
ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί
δίδωσ᾽ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,
ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.
70 δ᾽ εἵλεθ᾽, ὅς σφε μήποτ᾽ ὤφελεν λαβεῖν,
Μενέλαον. ἐλθὼν δ᾽ ἐκ Φρυγῶν τὰς θεὰς
κρίνων ὅδ᾽, ὡς μῦθος Ἀργείων ἔχει,
Λακεδαίμον᾽, ἀνθηρὸς μὲν εἱμάτων στολῇ
χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,
75ἐρῶν ἐρῶσαν ᾤχετ᾽ ἐξαναρπάσας
Ἑλένην πρὸς Ἴδης βούσταθμ᾽, ἔκδημον λαβὼν
Μενέλαον. δὲ καθ᾽ Ἑλλάδ᾽ οἰστρήσας δρόμῳ
ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,
ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: