Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄγγελος Β
ὦ δῶμ᾽ ὃ πρίν ποτ᾽ εὐτύχεις ἀν᾽ Ἑλλάδα,
1025Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς
δράκοντος ἔσπειρ᾽ Ὄφεος ἐν γαίᾳ θέρος,
ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλ᾽ ὅμως
χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν. Χορός
τί δ᾽ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον; Ἄγγελος
1030Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.
Χορός
ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας. Ἄγγελος
πῶς φῄς; τί τοῦτ᾽ ἔλεξας; ἦ 'πὶ τοῖς ἐμοῖς
χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Χορός
εὐάζω ξένα μέλεσι βαρβάροις:
1035οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω. Ἄγγελος
Θήβας δ᾽ ἀνάνδρους ὧδ᾽ ἄγεις ...
*
Χορός
ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι
κράτος ἔχουσ᾽ ἐμόν. Ἄγγελος
συγγνωστὰ μέν σοι, πλὴν ἐπ᾽ ἐξειργασμένοις
1040κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.
Χορός
ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει
ἄδικος ἄδικά τ᾽ ἐκπορίζων ἀνήρ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.