previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐτεοκλῆς

εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ᾽ ἅμα,
500οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις:
νῦν δ᾽ οὔθ᾽ ὅμοιον οὐδὲν οὔτ᾽ ἴσον βροτοῖς,
πλὴν ὀνόμασαι: τὸ δ᾽ ἔργον οὐκ ἔστιν τόδε.
ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ:
ἄστρων ἂν ἔλθοιμ᾽ ἡλίου πρὸς ἀντολὰς
505καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,
τὴν θεῶν μεγίστην ὥστ᾽ ἔχειν Τυραννίδα.
τοῦτ᾽ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι
ἄλλῳ παρεῖναι μᾶλλον σῴζειν ἐμοί:
ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας
510τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδ᾽ αἰσχύνομαι,
ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
τυχεῖν χρῄζει: ταῖς γὰρ ἂν Θήβαις τόδε
γένοιτ᾽ ὄνειδος, εἰ Μυκηναίου δορὸς
φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδ᾽ ἔχειν.
515χρῆν δ᾽ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,
μῆτερ, ποιεῖσθαι: πᾶν γὰρ ἐξαιρεῖ λόγος
καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
ἀλλ᾽, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
ἔξεστ᾽: ἐκεῖνο δ᾽ οὐχ ἑκὼν μεθήσομαι.
520ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;
πρὸς ταῦτ᾽ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
ζεύγνυσθε δ᾽ ἵππους, πεδία πίμπλαθ᾽ ἁρμάτων,
ὡς οὐ παρήσω τῷδ᾽ ἐμὴν τυραννίδα.
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
525κάλλιστον ἀδικεῖν, τἄλλα δ᾽ εὐσεβεῖν χρεών.

Χορός

οὐκ εὖ λέγειν χρὴ μὴ 'πὶ τοῖς ἔργοις καλοῖς:
οὐ γὰρ καλὸν τοῦτ᾽, ἀλλὰ τῇ δίκῃ πικρόν.

Ἰοκάστη

Ἰοκάστη

τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
Ἐτεόκλεες, πρόσεστιν: ἀλλ᾽ ἡμπειρία
530ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
Φιλοτιμίας, παῖ; μὴ σύ γ᾽: ἄδικος θεός:
πολλοὺς δ᾽ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
ἐσῆλθε κἀξῆλθ᾽ ἐπ᾽ ὀλέθρῳ τῶν χρωμένων:
535ἐφ᾽ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον,
Ἰσότητα τιμᾶν, φίλους ἀεὶ φίλοις
πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
συνδεῖ: τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,
τῷ πλέονι δ᾽ αἰεὶ πολέμιον καθίσταται
540τοὔλασσον ἐχθρᾶς θ᾽ ἡμέρας κατάρχεται.
καὶ γὰρ μέτρ᾽ ἀνθρώποισι καὶ μέρη σταθμῶν
Ἰσότης ἔταξε κἀριθμὸν διώρισε,
νυκτός τ᾽ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς
ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
545κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
εἶθ᾽ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς
σὺ δ᾽ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον
καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ 'στιν δίκη;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: