Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀντιγόνη
1555οὐκ ἐπ᾽ ὀνείδεσιν οὐδ᾽ ἐπιχάρμασιν,
ἀλλ᾽ ὀδύναισι λέγω: σὸς ἀλάστωρ
ξίφεσιν βρίθων
καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,
ὦ πάτερ, ὤ μοι. Οἰδίπους
1560αἰαῖ. Ἀντιγόνη
τί τάδε καταστένεις, Οἰδίπους
τέκνα. Ἀντιγόνη
δι᾽ ὀδύνας ἔβας:
εἰ δὲ τέθριππά γ᾽ ἔθ᾽ ἅρματα λεύσσων
ἀελίου τάδε σώματα νεκρῶν
ὄμματος αὐγαῖς σαῖς ἐπενώμας — Οἰδίπους
1565τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν:
ἁ δὲ τάλαιν᾽ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ; Ἀντιγόνη
δάκρυα γοερὰ
φανερὰ πᾶσι τιθεμένα,
τέκεσι μαστὸν ἔφερεν ἔφερεν
ἱκέτις ἱκέτιν ὀρομένα.
1570ηὗρε δ᾽ ἐν Ἠλέκτραισι πύλαις τέκνα
λωτοτρόφον κατὰ λείμακα λόγχαις,
κοινὸν ἐνυάλιον,
μάτηρ, ὥστε λέοντας ἐναύλους,
μαρναμένους ἐπὶ τραύμασιν, αἵματος
1575ἤδη ψυχρὰν λοιβὰν φονίαν,
ἃν ἔλαχ᾽ Ἅιδας, ὤπασε δ᾽ Ἄρης:
χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω
σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσ᾽ ἀμφὶ τέκνοισι.
πάντα δ᾽ ἐν ἄματι τῷδε συνάγαγεν,
1580ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς
τάδε τελευτᾷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.