previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἑλένη

χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.

Μενελέως

ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.

Ἑλένη

ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.

Μενελέως

φωσφόρ᾽ Ἑκάτη, πέμπε φάσματ᾽ εὐμενῆ.

Ἑλένη

570οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ᾽ ὁρᾷς.

Μενελέως

οὐ μὴν γυναικῶν γ᾽ εἷς δυοῖν ἔφυν πόσις.

Ἑλένη

ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;

Μενελέως

ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.

Ἑλένη

οὐκ ἔστιν ἄλλη σή τις ἀντ᾽ ἐμοῦ γυνή.

Μενελέως

575οὔ που φρονῶ μὲν εὖ, τὸ δ᾽ ὄμμα μου νοσεῖ;

Ἑλένη

οὐ γάρ με λεύσσων σὴν δάμαρθ᾽ ὁρᾶν δοκεῖς;

Μενελέως

τὸ σῶμ᾽ ὅμοιον, τὸ δὲ σαφές μ᾽ ἀποστερεῖ.

Ἑλένη

σκέψαι: τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;

Μενελέως

ἔοικας: οὔτοι τοῦτό γ᾽ ἐξαρνήσομαι.

Ἑλένη

580τίς οὖν διδάξει σ᾽ ἄλλος τὰ σ᾽ ὄμματα;

Μενελέως

ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτ᾽ ἄλλην ἔχω.

Ἑλένη

οὐκ ἦλθον ἐς γῆν Τρῳάδ᾽, ἀλλ᾽ εἴδωλον ἦν.

Μενελέως

καὶ τίς βλέποντα σώματ᾽ ἐξεργάζεται;

Ἑλένη

αἰθήρ, ὅθεν σὺ θεοπόνητ᾽ ἔχεις λέχη.

Μενελέως

585τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.

Ἑλένη

Ἥρας, διάλλαγμ᾽, ὡς Πάρις με μὴ λάβοι.

Μενελέως

πῶς οὖν ἂν ἐνθάδ᾽ ἦσθά τ᾽ ἐν Τροίᾳ θ᾽ ἅμα;

Ἑλένη

τοὔνομα γένοιτ᾽ ἂν πολλαχοῦ, τὸ σῶμα δ᾽ οὔ.

Μενελέως

μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.

Ἑλένη

590λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κέν᾽ ἐξάξεις λέχη;

Μενελέως

καὶ χαῖρέ γ᾽, Ἑλένῃ προσφερὴς ὁθούνεκ᾽ εἶ.

Ἑλένη

ἀπωλόμην: λαβοῦσά σ᾽ οὐχ ἕξω πόσιν.

Μενελέως

τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δ᾽ οὔ.

Ἑλένη

οἲ ἐγώ: τίς ἡμῶν ἐγένετ᾽ ἀθλιωτέρα;
595οἱ φίλτατοι λείπουσί μ᾽ οὐδ᾽ ἀφίξομαι
Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: