previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τί δῆτ᾽ ἔτι ζῶ; τίν᾽ ὑπολείπομαι τύχην;
γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
295μετ᾽ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
τράπεζαν ἵζουσ᾽; ἀλλ᾽ ὅταν πόσις πικρὸς
ξυνῇ γυναικί, καὶ τὸ σῶμ᾽ ἐστιν πικρόν.
θανεῖν κράτιστον: πῶς θάνοιμ᾽ ἂν οὐ καλῶς;
ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
300κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται:
σφαγαὶ δ᾽ ἔχουσιν εὐγενές τι καὶ καλόν,
σμικρὸν δ᾽ καιρὸς σάρκ᾽ ἀπαλλάξαι βίου.
ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν:
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
305γυναῖκες, ἡμᾶς δ᾽ αὐτὸ τοῦτ᾽ ἀπώλεσεν.

Χορός

Ἑλένη, τὸν ἐλθόνθ᾽, ὅστις ἐστὶν ξένος,
μὴ πάντ᾽ ἀληθῆ δοξάσῃς εἰρηκέναι.

Ἑλένη

καὶ μὴν σαφῶς γ᾽ ἔλεξ᾽ ὀλωλέναι πόσιν.

Χορός

πόλλ᾽ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.

Ἑλένη

310καὶ τἄμπαλίν γε τῶνδ᾽ ἀληθείᾳ σαφῆ.

Χορός

ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.

Ἑλένη

φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μ᾽ ἄγει.

Χορός

πῶς δ᾽ εὐμενείας τοισίδ᾽ ἐν δόμοις ἔχεις;

Ἑλένη

πάντες φίλοι μοι πλὴν θηρεύων γάμους.

Χορός

315οἶσθ᾽ οὖν δρᾶσον; μνήματος λιποῦσ᾽ ἕδραν

Ἑλένη

ἐς ποῖον ἕρπεις μῦθον παραίνεσιν;

Χορός

ἐλθοῦσ᾽ ἐς οἴκους, τὰ πάντ᾽ ἐπίσταται,
τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
πυθοῦ πόσιν σὸν Θεονόης, εἴτ᾽ ἔστ᾽ ἔτι
320εἴτ᾽ ἐκλέλοιπε φέγγος: ἐκμαθοῦσα δ᾽ εὖ
πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τ᾽ ἔχε.
πρὶν δ᾽ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
λυπουμένῃ γένοιτ᾽ ἄν; ἀλλ᾽ ἐμοὶ πιθοῦ:
τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ:
325ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν
ἔχουσ᾽ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους
καὶ συμπυθέσθαι παρθένου θεσπίσματα:
γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: