previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ γαίας ἦμεν οὔτ᾽ ἄγαν πρόσω
οὔτ᾽ ἐγγύς, οὕτως ἤρετ᾽ οἰάκων φύλαξ:
ἔτ᾽, ξέν᾽, ἐς τὸ πρόσθεν καλῶς ἔχει
1580πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.
δ᾽ εἶφ᾽: ἅλις μοι. δεξιᾷ δ᾽ ἑλὼν ξίφος
ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ
σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,
τέμνων δὲ λαιμὸν ηὔχετ᾽: ναίων ἅλα
1585πόντιε Πόσειδον Νηρέως θ᾽ ἁγναὶ κόραι,
σώσατέ μ᾽ ἐπ᾽ ἀκτὰς Ναυπλίας δάμαρτά τε
ἄσυλον ἐκ γῆς. αἵματος δ᾽ ἀπορροαὶ
ἐς οἶδμ᾽ ἐσηκόντιζον οὔριοι ξένῳ.
καί τις τόδ᾽ εἶπε: δόλιος ναυκληρία.
1590πάλιν πλέωμεν: δεξιὰν κέλευε σύ,
σὺ δὲ στρέφ᾽ οἴακ᾽. ἐκ δὲ ταυρείου φόνου
Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους:
τί μέλλετ᾽, γῆς Ἑλλάδος λωτίσματα,
σφάζειν φονεύειν βαρβάρους νεώς τ᾽ ἄπο
1595ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς
βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα:
οὐκ εἶ᾽ μέν τις λοῖσθον ἀρεῖται δόρυ,
δὲ ζύγ᾽ ἄξας, δ᾽ ἀφελὼν σκαλμοῦ πλάτην
καθαιματώσει κρᾶτα πολεμίων ξένων;
1600

ὀρθοὶ δ᾽ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν
κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη:
φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δ᾽ ἦν
πρύμνηθεν Ἑλένης: ποῦ τὸ Τρωικὸν κλέος;
δείξατε πρὸς ἄνδρας βαρβάρους: σπουδῆς δ᾽ ὕπο
1605ἔπιπτον, οἳ δ᾽ ὠρθοῦντο, τοὺς δὲ κειμένους
νεκροὺς ἂν εἶδες. Μενέλεως δ᾽ ἔχων ὅπλα,
ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,
ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,
ὥστ᾽ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ
1610σῶν ναυβατῶν ἐρετμά. ἐπ᾽ οἰάκων δὲ βὰς
ἄνακτ᾽ ἐς Ἑλλάδ᾽ εἶπεν εὐθύνειν δόρυ.
οἳ δ᾽ ἱστὸν ᾖρον, οὔριαι δ᾽ ἧκον πνοαί.

βεβᾶσι δ᾽ ἐκ γῆς. διαφυγὼν δ᾽ ἐγὼ φόνον
καθῆκ᾽ ἐμαυτὸν εἰς ἅλ᾽ ἄγκυραν πάρα:
1615ἤδη δὲ κάμνονθ᾽ ὁρμιατόνων μέ τις
ἀνείλετ᾽, ἐς δὲ γαῖαν ἐξέβησέ σοι
τάδ᾽ ἀγγελοῦντα. σώφρονος δ᾽ ἀπιστίας
οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.

Χορός

οὐκ ἄν ποτ᾽ ηὔχουν οὔτε σ᾽ οὔθ᾽ ἡμᾶς λαθεῖν
1620Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: