previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε
τὸ Ταντάλειον σπέρμα διὰ πόνων τ᾽ ἄγει.

Ἰφιγένεια

τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ᾽ ἐλθεῖν, ἔχω
990Ἄργει γενέσθαι καὶ σέ, σύγγον᾽, εἰσιδεῖν.
θέλω δ᾽ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων
νοσοῦντά τ᾽ οἶκον, οὐχὶ τῷ κτανόντι με
θυμουμένη, πατρῷον ὀρθῶσαι: θέλω:
σφαγῆς τε γὰρ σῆς χεῖρ᾽ ἀπαλλάξαιμεν ἂν
995σῴσαιμί τ᾽ οἴκους. τὴν θεὸν δ᾽ ὅπως λάθω
δέδοικα καὶ τύραννον, ἡνίκ᾽ ἂν κενὰς
κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος.
πῶς δ᾽ οὐ θανοῦμαι; τίς δ᾽ ἔνεστί μοι λόγος;
ἀλλ᾽, εἰ μὲνἕν τιτοῦθ᾽ ὁμοῦ γενήσεται,
1000ἄγαλμά τ᾽ οἴσεις κἄμ᾽ ἐπ᾽ εὐπρύμνου νεὼς
ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν:
τούτου δὲ χωρισθεῖσ᾽ἐγὼ μὲν ὄλλυμαι,
σὺ δ᾽ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.
οὐ μήν τι φεύγω γ᾽, οὐδέ σ᾽ εἰ θανεῖν χρεὼν
1005σῴσασαν: οὐ γὰρ ἀλλ᾽ ἀνὴρ μὲν ἐκ δόμων
θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.

Ὀρέστης

οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς:
ἅλις τὸ κείνης αἷμα: κοινόφρων δὲ σοὶ
καὶ ζῆν θέλοιμ᾽ ἂν καὶ θανὼν λαχεῖν ἴσον.
1010ἄξω δέ γ᾽, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ,
πρὸς οἶκον, σοῦ κατθανὼν μενῶ μέτα.
γνώμης δ᾽ ἄκουσον: εἰ πρόσαντες ἦν τόδε
Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε
κομίσαι μ᾽ ἄγαλμα θεᾶς πόλισμ᾽ ἐς Παλλάδος

*
1015καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ
συνθεὶς τάδ᾽ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: