Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
Θέμιν δ᾽ ἐπεὶ γᾶς ἰὼν
1260παῖδ᾽ ἀπενάσσατο Πυθῶνος ἀπὸ ζαθέων
χρηστηρίων, νύχια
Χθὼν ἐτεκνώσατο φάσματ᾽ ὀνείρων,
οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τ᾽
1265ἔπειθ᾽, ὅσσα τ᾽ ἔμελλε τυχεῖν,
ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ-
νὰς ἔφραζον: Γαῖα δὲ τὰν
μαντεῖον ἀφείλετο τι-
μὰν Φοῖβον, φθόνῳ θυγατρός.
1270ταχύπους δ᾽ ἐς Ὄλυμπον ὁρ-
μαθεὶς ἄναξ
χέρα παιδνὸν ἕλιξεν ἐκ
Διὸς θρόνων
Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆ-
νιν θεᾶς. νυχίους τ᾽ ἐνοπὰς.
γέλασε δ᾽, ὅτι τέκος ἄφαρ ἔβα
1275πολύχρυσα θέλων λατρεύματα σχεῖν:
ἐπὶ δ᾽ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς,
ἀπὸ δ᾽ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν,
1280καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ,
πολυάνορι δ᾽ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς
θεσφάτων ἀοιδαῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.