previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



σὲ δ᾽, φίλ᾽ Ἕκτορ, εἶχον ἄνδρ᾽ ἀρκοῦντά μοι
ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν:
675ἀκήρατον δέ μ᾽ ἐκ πατρὸς λαβὼν δόμων
πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ᾽ ἐγὼ
πρὸς Ἑλλάδ᾽ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
ἆρ᾽ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν
680Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
ἐμοὶ γὰρ οὐδ᾽ πᾶσι λείπεται βροτοῖς
ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
πράξειν τι κεδνόν: ἡδὺ δ᾽ ἐστὶ καὶ δοκεῖν.

Χορός

ἐς ταὐτὸν ἥκεις συμφορᾶς: θρηνοῦσα δὲ
685τὸ σὸν διδάσκεις μ᾽ ἔνθα πημάτων κυρῶ.

Ἑκάβη

αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
γραφῇ δ᾽ ἰδοῦσα καὶ κλύουσ᾽ ἐπίσταμαι.
ναύταις γὰρ ἢν μὲν μέτριος χειμὼν φέρειν,
προθυμίαν ἔχουσι σωθῆναι πόνων,
690 μὲν παρ᾽ οἴαχ᾽, δ᾽ ἐπὶ λαίφεσιν βεβώς,
δ᾽ ἄντλον εἴργων ναός: ἢν δ᾽ ὑπερβάλῃ
πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ
παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.
οὕτω δὲ κἀγὼ πόλλ᾽ ἔχουσα πήματα
695ἄφθογγός εἰμι καὶ παρεῖσ᾽ ἐῶ στόμα:
νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
ἀλλ᾽, φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
ἔασον: οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά:
τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
700φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.
κἂν δρᾷς τάδ᾽, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους
καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν
Τροίᾳ μέγιστον ὠφέλημ᾽, ἵν᾽εἴ ποτε
ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν
705κατοικίσειαν, καὶ πόλις γένοιτ᾽ ἔτι.
ἀλλ᾽ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
τίν᾽ αὖ δέδορκα τόνδ᾽ Ἀχαιϊκὸν λάτριν
στείχοντα καινῶν ἄγγελον βουλευμάτων;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: