Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἑκάβη
ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων. Χορός
ἓ ἕ. Ἑκάβη
ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν. Χορός
ἰαλέμῳ τοὺς θανόντας ἀπύεις. Ἑκάβη
1305γεραιά γ᾽ ἐς πέδον τιθεῖσα μέλεα καὶ
χερσὶ γαῖαν κτυποῦσα δισσαῖς. Χορός
διάδοχά σοι γόνυ τίθημι γαίᾳ
τοὺς ἐμοὺς καλοῦσα νέρθεν
ἀθλίους ἀκοίτας. Ἑκάβη
1310ἀγόμεθα φερόμεθ᾽ ... Χορός
ἄλγος ἄλγος βοᾷς. Ἑκάβη
δούλειον ὑπὸ μέλαθρον. Χορός
ἐκ πάτρας γ᾽ ἐμᾶς. Ἑκάβη
ἰώ.
Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος
ἄταφος ἄφιλος
ἄτας ἐμᾶς ἄιστος εἶ. Χορός
1315μέλας γὰρ ὄσσε κατεκάλυψε
θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.