previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἑκάβη

πρῷραι ναῶν, ὠκείαις
Ἴλιον ἱερὰν αἳ κώπαις
δι᾽ ἅλα πορφυροειδέα καὶ
125λιμένας Ἑλλάδος εὐόρμους
αὐλῶν παιᾶνι στυγνῷ
συρίγγων τ᾽ εὐφθόγγων φωνᾷ
βαίνουσαι πλεκτὰν Αἰγύπτου
παιδείαν ἐξηρτήσασθ᾽,
130αἰαῖ, Τροίας ἐν κόλποις
τὰν Μενελάου μετανισόμεναι
στυγνὰν ἄλοχον, Κάστορι λώβαν
τῷ τ᾽ Εὐρώτᾳ δυσκλείαν,
σφάζει μὲν
135τὸν πεντήκοντ᾽ ἀροτῆρα τέκνων
Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν
ἐς τάνδ᾽ ἐξώκειλ᾽ ἄταν.
ὤμοι, θάκους οἵους θάσσω,
σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.
140δούλα δ᾽ ἄγομαι
γραῦς ἐξ οἴκων πενθήρη
κρᾶτ᾽ ἐκπορθηθεῖσ᾽ οἰκτρῶς.
ἀλλ᾽ τῶν χαλκεγχέων Τρώων
ἄλοχοι μέλεαι,
καὶ κοῦραι κοῦραι δύσνυμφοι,
145τύφεται Ἴλιον, αἰάζωμεν.
μάτηρ δ᾽ ὡσεί τις πτανοῖς
ὄρνισιν, ὅπως ἐξάρξω 'γὼ
κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν
οἵαν ποτὲ δὴ
150σκήπτρῳ Πριάμου διερειδομένα
ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους
εὐκόμποις ἐξῆρχον θεούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: