Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἑκάβη
Ἑκάβη
θέσθ᾽ ἀμφίτορνον ἀσπίδ᾽ Ἕκτορος πέδῳ,
λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.
ὦ μείζον᾽ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,
τί τόνδ᾽, Ἀχαιοί, παῖδα δείσαντες φόνον
1160καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ
πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτ᾽ ἄρα,
ὅθ᾽ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ
διωλλύμεσθα μυρίας τ᾽ ἄλλης χερός,
πόλεως δ᾽ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
1165βρέφος τοσόνδ᾽ ἐδείσατ᾽: οὐκ αἰνῶ φόβον,
ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.