Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὑπερβαλλούσας γὰρ ἔχει
θνατοῖς εὐδαιμονίας
ἀκίνητον ἀφορμάν,
475τέκνων οἷς ἂν καρποτρόφοι
λάμπωσιν ἐν θαλάμοις
πατρίοισι νεάνιδες ἧβαι,
διαδέκτορα πλοῦτον
ὡς ἕξοντες ἐκ πατέρων
480ἑτέροις ἐπὶ τέκνοις.
ἀλκά τε γὰρ ἐν κακοῖς
σύν τ᾽ εὐτυχίαις φίλον,
δορί τε γᾷ πατρίᾳ φέρει
σωτήριον ἀλκάν.
485ἐμοὶ μὲν πλούτου τε πάρος
βασιλικῶν τ᾽ εἶεν θαλάμων
τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
τὸν ἄπαιδα δ᾽ ἀποστυγῶ
βίον, ᾧ τε δοκεῖ ψέγω:
490μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς
εὔπαιδος ἐχοίμαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.