previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἴων

ἀλλ᾽ ἐκπαύσω γὰρ μόχθους
145δάφνας ὁλκοῖς,
χρυσέων δ᾽ ἐκ τευχέων ῥίψω
Γαίας παγάν,
ἃν ἀποχεύονται
Κασταλίας δῖναι,
150νοτερὸν ὕδωρ βάλλων,
ὅσιος ἀπ᾽ εὐνᾶς ὤν.
εἴθ᾽ οὕτως αἰεὶ Φοίβῳ
λατρεύων μὴ παυσαίμαν,
παυσαίμαν ἀγαθᾷ μοίρᾳ.
ἔα ἔα:
φοιτῶσ᾽ ἤδη λείπουσίν τε
155πτανοὶ Παρνασοῦ κοίτας:
αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
μηδ᾽ ἐς χρυσήρεις οἴκους
μάρψω σ᾽ αὖ τόξοις, Ζηνὸς
κῆρυξ, ὀρνίθων γαμφηλαῖς
160ἰσχὺν νικῶν.
ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει
κύκνος. οὐκ ἄλλᾳ
φοινικοφαῆ πόδα κινήσεις;
οὐδέν σ᾽ φόρμιγξ Φοίβου
165σύμμολπος τόξων ῥύσαιτ᾽ ἄν.
πάραγε πτέρυγας:
λίμνας ἐπίβα τᾶς Δηλιάδος:
αἱμάξεις, εἰ μὴ πείσῃ,
τὰς καλλιφθόγγους ᾠδάς.
170ἔα ἔα:
τίς ὅδ᾽ ὀρνίθων καινὸς προσέβα;
μῶν ὑπὸ θριγκοὺς εὐναίας
καρφυρὰς θήσων τέκνοις;
ψαλμοί σ᾽ εἴρξουσιν τόξων.
οὐ πείσῃ; χωρῶν δίναις
175ταῖς Ἀλφειοῦ παιδούργει,
νάπος Ἴσθμιον,
ὡς ἀναθήματα μὴ βλάπτηται
ναοί θ᾽ οἱ Φοίβου ...
κτείνειν δ᾽ ὑμᾶς αἰδοῦμαι
180τοὺς θεῶν ἀγγέλλοντας φήμας
θνατοῖς: οἷς δ᾽ ἔγκειμαι μόχθοις,
Φοίβῳ δουλεύσω, κοὐ λήξω
τοὺς βόσκοντας θεραπεύων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: