Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἑκάβη
οἲ ἐγὼ μελέα, τί ποτ᾽ ἀπύσω;
155ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
δειλαία δειλαίου γήρως,
δουλείας τᾶς οὐ τλατᾶς,
τᾶς οὐ φερτᾶς; οἴμοι.
τίς ἀμύνει μοι; ποία γέννα,
160ποία δὲ πόλις; φροῦδος πρέσβυς,
φροῦδοι παῖδες.
ποίαν ἢ ταύταν ἢ κείναν
στείχω; †ποῖ δ᾽ ἥσω;† ποῦ τις θεῶν
†ἢ δαιμόνων† ἐπαρωγός;
165ὦ κάκ᾽ ἐνεγκοῦσαι,
Τρῳάδες ὦ κάκ᾽ ἐνεγκοῦσαι
πήματ᾽, ἀπωλέσατ᾽ ὠλέσατ᾽: οὐκέτι μοι βίος
ἀγαστὸς ἐν φάει.
ὦ τλάμων ἅγησαί μοι πούς,
170ἅγησαι τᾷ γηραιᾷ
πρὸς τάνδ᾽ αὐλάν: ὦ τέκνον, ὦ παῖ,
δυστανοτάτας ματέρος — ἔξελθ᾽ ἔξελθ᾽
οἴκων — ἄιε ματέρος αὐδάν.
175ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν
ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.