previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μενέλαος
ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ:
730ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν
οὔτ᾽ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.
καὶ νῦν μένοὐ γὰρ ἄφθονον σχολὴν ἔχω
ἄπειμ᾽ ἐς οἴκους: ἔστι γάρ τις οὐ πρόσω
Σπάρτης πόλις τις, πρὸ τοῦ μὲν ἦν φίλη,
735νῦν δ᾽ ἐχθρὰ ποιεῖ: τήνδ᾽ ἐπεξελθεῖν θέλω
στρατηλατήσας χὑποχείριον λαβεῖν.
ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,
ἥξω: παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς
γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
740κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν
σώφρων καθ᾽ ἡμᾶς, σώφρον᾽ ἀντιλήψεται:
θυμούμενος δὲ τεύξεται θυμουμένων
[ἔργοισι δ᾽ ἔργα διάδοχ᾽ ἀντιλήψεται].
τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω:
745σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,
ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.

Πηλεύς
ἡγοῦ, τέκνον μοι, δεῦρ᾽ ὑπ᾽ ἀγκάλαις σταθείς,
σύ τ᾽, τάλαινα: χείματος γὰρ ἀγρίου
τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.

Ἀνδρομάχη
750 πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,
σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
γέροντα μὲν σ᾽ ὁρῶντες, ἀσθενῆ δ᾽ ἐμὲ
755καὶ παῖδα τόνδε νήπιον: σκόπει τάδε,
μὴ νῦν φυγόντες εἶθ᾽ ἁλῶμεν ὕστερον.

Πηλεύς
οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον:
χώρει: τίς ὑμῶν ἅψεται; κλαίων ἄρα
ψαύσει. θεῶν γὰρ οὕνεχ᾽ ἱππικοῦ τ᾽ ὄχλου
760πολλῶν θ᾽ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα:
ἡμεῖς δ᾽ ἔτ᾽ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,
ἀλλ᾽ εἴς γε τοιόνδ᾽ ἄνδρ᾽ ἀποβλέψας μόνον
τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ὢν
765κρείσσων: τί γὰρ δεῖ δειλὸν ὄντ᾽ εὐσωματεῖν;

load focus English (David Kovacs)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: