previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πηλεύς
590σὺ γὰρ μετ᾽ ἀνδρῶν, κάκιστε κἀκ κακῶν;
[σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;]
ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,
ἄκλῃστ᾽ ἄδουλα δώμαθ᾽ ἑστίας λιπών,
ὡς δὴ γυναῖκα σώφρον᾽ ἐν δόμοις ἔχων
595πασῶν κακίστην. οὐδ᾽ ἂν εἰ βούλοιτό τις
σώφρων γένοιτο Σπαρτιατίδων κόρη,
αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
δρόμους παλαίστρας τ᾽ οὐκ ἀνασχετοὺς ἐμοὶ
600κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν
εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
Ἑλένην ἐρέσθαι χρῆν τάδ᾽, ἥτις ἐκ δόμων
τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε
νεανίου μετ᾽ ἀνδρὸς εἰς ἄλλην χθόνα.
605κἄπειτ᾽ ἐκείνης οὕνεχ᾽ Ἑλλήνων ὄχλον
τοσόνδ᾽ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
ἣν χρῆν σ᾽ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
κακὴν ἐφευρόντ᾽, ἀλλ᾽ ἐᾶν αὐτοῦ μένειν
μισθόν διδόντα μήποτ᾽ εἰς οἴκους λαβεῖν.
610ἀλλ᾽ οὔτι ταύτῃ σὸν φρόνημ᾽ ἐπούρισας,
ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
παίδων τ᾽ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
πολιούς τ᾽ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
ὧν εἷς ἐγὼ δύστηνος: αὐθέντην δὲ σὲ
615μιάστορ᾽ ὥς τιν᾽ εἰσδέδορκ᾽ Ἀχιλλέως.
ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
κάλλιστα τεύχη δ᾽ ἐν καλοῖσι σάγμασιν
ὅμοι᾽ ἐκεῖσε δεῦρό τ᾽ ἤγαγες πάλιν.
κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
620κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν
κακῆς γυναικὸς πῶλον: ἐκφέρουσι γὰρ
μητρῷ᾽ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,
μνηστῆρες, ἐσθλῆς θυγατέρ᾽ ἐκ μητρὸς λαβεῖν.
πρὸς τοῖσδε δ᾽ εἰς ἀδελφὸν οἷ᾽ ἐφύβρισας,
625σφάξαι κελεύσας θυγατέρ᾽ εὐηθέστατα;
οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ᾽ ἔχῃς.
ἑλὼν δὲ Τροίανεἶμι γὰρ κἀνταῦθά σοι
οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
ἀλλ᾽, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
630φίλημ᾽ ἐδέξω, προδότιν αἰκάλλων κύνα,
ἥσσων πεφυκὼς Κύπριδος, κάκιστε σύ.
κἄπειτ᾽ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων
πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ
κτείνεις ἀτίμως παῖδά θ᾽, ὃς κλαίοντά σε
635καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,
κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι
ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ,
νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.
ἀλλ᾽ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς
640πένητα χρηστὸν κακὸν καὶ πλούσιον
γαμβρὸν πεπᾶσθαι καὶ φίλον: σὺ δ᾽ οὐδὲν εἶ.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: