Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ταὶ δ᾽ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
285πιδάκων νίψαν αἰ-
γλᾶντα σώματα ῥοαῖς,
ἔβαν δὲ Πριαμίδαν ὑπερ-
βολαῖς λόγων δυσφρόνων
παραβαλλόμεναι, δολίοις δ᾽ ἕλε Κύπρις λόγοις,
290τερπνοῖς μὲν ἀκοῦσαι,
πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
ταλαίνᾳ περγάμοις τε Τροίας.